ΨΑΛΜΟΙ
1 Αʹ
καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστηκαὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν,
2 ἀλλ᾿ ἢ ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ,
καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.3 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους
τῶν ὑδάτων,ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ
καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται·
καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται.
4 οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως,
ἀλλ᾿ ἢ ὡς ὁ χνοῦς, ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς
5 διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει
οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·
6 ὅτι γινώσκει κύριος ὁδὸν δικαίων,
καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.
2 Βʹ
καὶ λαοὶ ἐμελέτησαν κενά;
2 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς,
καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ
κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ
διάψαλμα
3 Διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν
καὶ ἀπορρίψωμεν ἀφ᾿ ῆμῶν τὸν ζυγὸν αὐτῶν.
4 ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς,
καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς.
5 τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ
καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς.
6 Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾿ αὐτοῦ
ἐπὶ Σιων ὄρος τὸ ἅγιον αὐτοῦ
7 διαγγέλλων τὸ πρόσταγμα κυρίου
Κύριος εἶπεν πρός με Υἱός μου εἶ σύ,
ἐγὼ σήμερον γεγέννηκά σε·
8 αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου
καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·
9 ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ,
ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς.
10 καὶ νῦν, βασιλεῖς, σῦνετε·
παιδεύθητε, τάντες οἱ κρίνοντες τὴν γῆν.
11 δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ
καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
12 δράξασθε παιδείας, μήποτε ὀργισθῇ κύριος
καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας.
ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ,
μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ.
3 Γʹ
1 Ψαλμὸς τῷ Δαυιδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ
προσώπου Αβεσσαλωμ τοῦ υἱοῦ αὐτοῦ.
2 Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;
πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·
3 πολλοὶ λέγουσιν τῇ ψυχῇ μου
Οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ.
διάψαλμα.
4 σὺ δέ, κύριε, ἀντιλήμπτωρ μου εἶ,
4 σὺ δέ, κύριε, ἀντιλήμπτωρ μου εἶ,
δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
5 φωνῇ μου πρὸς κύριον ἐκέκραξα,
καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ.
διάψαλμα.
6 ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα·
ἐξηγέρθην, ὅτι κύριος ἀντιλήμψεταί μου.
7 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ
τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
8 ἀνάστα, κύριε, σῶσόν με, ὁ θεός μου,
ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως,
ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
9 τοῦ κυρίου ἡ σωτηρία,
9 τοῦ κυρίου ἡ σωτηρία,
καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
4 Δʹ
2 Ἐν τῷ ἐπικαλεῖσθαι με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου·
ἐν θλίψει ἐπλάτυνάς μοι·
οἰκτίρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου.
3 υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;
ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;
διάψαλμα.
4 καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν κύριος τὸν ὅσιον αὐτοῦ·
κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
5 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε·
λέγετε ἐν ταῖς καρδίαις ὑμῶν
καὶ ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε.
διάψαλμα.
6 θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον.
7 πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαθά;
7 πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαθά;
ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε.
8 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου·
ἀπὸ καιροῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.
9 ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω,
ὅτι σύ, κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισάς με.
5 Εʹ
1 Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης·
ψαλμὸς τῷ Δαυιδ.
2 Τὰ ῥήματά μου ἐνώτισαι, κύριε,
σύνες τῆς κραυγῆς μου·
3 πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου,
ὁ βασιλεύς μου καὶ ὁ θεός μου.
ὅτι πρὸς σὲ προσεύξομαι, κύριε·
4 τὸ πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου,
τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψομαι.
5 ὅτι οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ εἶ,
οὐδὲ παροικήσει σοι πονηρευόμενος·
6 οὐ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου,
ἐμίσεσας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.
7 ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος· ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος.
8 ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου,
8 ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου,
προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.
9 κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου,
κατεύθυνον ἐνώπιόν μου τὴν ὁδόν σου.
10 ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια,
ἡ καρδία αὐτῶν ματαία·
τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν,
ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν.
11 κρῖνον αὐτούς, ὁ θεός·
ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλίων αὐτῶν·
κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς,
ὅτι παρεπίκρανάν σε, κύριε.
12 καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς,
καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου.
13 ὅτι σὺ εὐλογήσεις δίκαιον·
κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.
6 Ϝʹ
ψαλμὸς τῷ Δαυιδ.2 Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με
μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.3 ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι·
ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου,4 καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα·
καὶ σύ, κύριε, ἕως πότε;5 ἐπίστρεψον, κύριε, ῥῦσαι τὴν ψυχήν μου,
σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου.6 ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου·
ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;7 ἐκοπίασα ἐν τῷ στεναγμῷ μου,
λούσω καθ᾿ ἑκάστην νύκτα τὴν κλίνην μου,ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω.
8 ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου.
9 ἀπόστητε ἀπ᾿ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
ὅτι εἰσήκουσεν κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου·10 εἰσήκουσεν κύριος τῆς δεήσεώς μου,
κύριος τὴν προσευχήν μου προσεδέξατο.11 αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου,
ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους.
7 Ζ᾿
1 Ψαλμὸς τῷ Δαυιδ, ὃν ᾖσεν τῷ κυρίῳ
ὑπὲρ τῶν λόγων Χουσι υἱοῦ Ιεμενι.
2 Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα·
σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με,
3 μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου
μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος.
4 κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο,
εἰ ἔστιν ἀδικία ἐν χερσίν μου,
5 εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσίν μοι κακά, ἀποπέσοιν ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός,
6 καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι
6 καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι
καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου
καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. διάψαλμα.
7 ἀνάστηθι, κύριε, ἐν ὀργῇ σου,
ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου· ἐξεγέρθητι, κύριε ὁ θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω,
8 καὶ συναγωγὴ λαῶν κυκλώσει σε,
καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον.
9 κύριος κρινεῖ λαούς·
κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην μου
καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾿ ἐμοί.
10 συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν,
10 συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν,
καὶ κατευθυνεῖς δίκαιον·
ἐτάζων καρδίας καὶ νεφροὺς ὁ θεός.
11 δικαία ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ
τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.
12 ὁ θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος μὴ ὀργὴν ἐπάγων καθ᾿ ἑκάστην ἡμέραν.
13 ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει·
13 ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει·
τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτὸ
14 καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου,
τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.
15 ἰδοὺ ὠδίνησεν ἀδικίαν,
συνέλαβεν πόνον καὶ ἔτεκεν ἀνομίαν·
16 λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτὸν
καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο·
17 ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.
18 ἐξομολογήσομαι κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ
καὶ ωαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου.
8 Η᾿
2 Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ
τῇ γῇ,
ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.
3 ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον
3 ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον
ἕνεκα τῶν ἐχθρῶν σου
τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.
4 ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου,
4 ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου,
σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας.
5 Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ,
ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;
6 ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾿ ἀγγέλους,
7 καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου,δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν·
πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,
8 πρόβατα καὶ βόας πάσας,
ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,9 τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν.
10 κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.
9 Θʹ
ψαλμὸς τῷ Δαυδ.
2 Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου·
3 εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί,
ψαλῶ τῷ ὀνόματί σου, ὕψιστε.
4 ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω ἀσθενήσουσιν καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου,
5 ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην.
5 ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην.
6 ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβής,
τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα
τοῦ αἰῶνος·
7 τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες, ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ᾿ ἤχους.
7 τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες, ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ᾿ ἤχους.
8 καὶ ὁ κύριος εἰς τὸν αἰῶνα μένει,
ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ,
9 καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.
10 καὶ ἐγένετο κύριος καταφυγὴ τῷ πένητι,
10 καὶ ἐγένετο κύριος καταφυγὴ τῷ πένητι,
βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψει·
11 καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου,
ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, κύριε.
12 ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιων,
ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ,
13 ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη,
οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων.
14 ἐλέησόν με, κύριε, ἰδὲ τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου,
ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου,
15 ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου
ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιον·
ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου.
16 ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν,
ἐν παγίδι ταύτῃ, ᾗ, ἔκρυψαν, συνελήμφθη ὁ ποὺς αὐτῶν·
17 γινώσκεται κύριος κρίματα ποιῶν,
ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήμφθη ὁ ἁμαρτωλός.
ᾠδὴ διαψάλματος.
18 ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην,
18 ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην,
πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ·
19 ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός,
ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα.
20 ἀνάστηθι, κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου·
21 κατάστησον, κύριε, νομοθέτην ἐπ᾿ αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.
διάψαλμα.
22 ἵνα τί, κύριε, ἀφέστηκας μακρόθεν,
ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψει;
23 ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχός,
συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται.
24 ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ,
καὶ ὁ ἀδικῶν ἐνευλογεῖται·
25 παρώξυνεν τὸν κύριον ὁ ἁμαρτωλός
Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει·
οὐκ ἔστιν ὁ θεὸς ἐνώπιον αὐτοῦ.
26 βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ,
26 βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ,
ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ,
πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει·
27 εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐ μὴ σαλευθῶ,
ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ.
28 οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου,
ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος.
29 ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων
ἐν ἀποκρύφοις ἀποκτεῖναι ἀθῷον,
οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν·
30 ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ,
30 ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ,
ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν,
ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν·
31 ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν,
κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων.
32 εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Ἐπιλέλησται ὁ θεός,
ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος.
33 ἀνάστηθι, κύριε ὁ θεός, ὑψωθήτω ἡ χείρ σου,
μὴ ἐπιλάθῃ τῶν πενήτων·
34 ἕνεκεν τίνος παρώξυνεν ὁ ἀσεβὴς τὸν θεόν;
εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἐκζητήσει.
35 βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς
τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου·
σοὶ οὖν ἐγκαταλέλειπται ὁ πτωχός,
ὀρφανῷ σὺ ἦσθα βοηθῶν.
36 σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ,
ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ δι᾿ αὐτήν·
37 βασιλεύσει κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ.
38 τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν κύριος,
τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχεν τὸ οὖς σου
39 κρῖναι ὀρφανῷ καὶ ταπεινῷ,
ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς.
10 Ιʹ
Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου
Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;
2 ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον,
2 ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον,
ἡτοίμασαν βέλη εἰς φαρέτραντοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.
3 ὅτι ἃ κατηρτίσω, καθεῖλον·
ὁ δὲ δίκαιος τί ἐποίησεν;
4 κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ·
κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ.
οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν,
τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.
5 κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῇ,
ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
6 ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας,
πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.
7 ὅτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν,
εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.
No hay comentarios:
Publicar un comentario